Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.230 Joseph. AJ 2.235 (English) >>Joseph. AJ 2.240

2.233διάδοχον.” ταῦτα λέγουσα ταῖς τοῦ πατρὸς χερσὶν ἐνετίθει τὸ βρέφος, δὲ λαβὼν καὶ προστερνισάμενος κατὰ φιλοφρόνησιν χάριν τῆς θυγατρὸς ἐπιτίθησιν αὐτῷ τὸ διάδημα· καταφέρει δʼ Μωυσῆς εἰς τὴν γῆν περιελόμενος αὐτὸ κατὰ νηπιότητα δῆθεν ἐπέβαινέ τε αὐτῷ τοῖς ποσί. 2.234καὶ τοῦτο ἔδοξεν οἰωνὸν ἐπὶ τῇ βασιλείᾳ φέρειν. θεασάμενος δʼ ἱερογραμματεὺς καὶ τὴν γένεσιν αὐτοῦ προειπὼν ἐπὶ ταπεινώσει τῆς Αἰγυπτίων ἀρχῆς ἐσομένην ὥρμησεν ἀποκτεῖναι, 2.235καὶ δεινὸν ἀνακραγών, “οὗτος, εἶπε, βασιλεῦ, παῖς ἐκεῖνος, ὃν κτείνασιν ἡμῖν ἐδήλωσεν θεὸς ἀφόβοις εἶναι, μαρτυρεῖ τῇ προαγορεύσει τοῦ γεγονότος ἐπιβεβηκὼς ἡγεμονίᾳ τῇ σῇ καὶ πατῶν τὸ διάδημα. τοῦτον οὖν ἀνελὼν Αἰγυπτίοις μὲν τὸ ἀπʼ αὐτοῦ δέος ἄνες, Ἑβραίοις δὲ τὴν ἐλπίδα τοῦ διʼ αὐτὸν θάρσους ἀφελοῦ.” φθάνει δʼ αὐτὸν Θέρμουθις ἐξαρπάσασα, 2.236καὶ πρὸς τὸν φόνον ὀκνηρὸς ἦν βασιλεὺς τοιοῦτον αὐτὸν τοῦ θεοῦ παρασκευάσαντος, πρόνοια τῆς Μωυσέος σωτηρίας ἦν. ἐτρέφετο οὖν πολλῆς ἐπιμελείας τυγχάνων, καὶ τοῖς μὲν Ἑβραίοις ἐπʼ αὐτῷ παρῆν ἐλπὶς περὶ τῶν ὅλων, 2.237διʼ ὑποψίας δʼ εἶχον Αἰγύπτιοι τὴν ἀνατροφὴν αὐτοῦ· μηδενὸς δʼ ὄντος φανεροῦ, διʼ ὃν κἂν ἀπέκτεινεν αὐτὸν βασιλεὺς μηδὲν ὄντα συγγενοὺς διὰ τῆς εἰσποιήσεως τῶν ἄλλων τινός, πλέον ὑπὲρ ὠφελείας τῆς Αἰγυπτίων ἐκ τοῦ προειδέναι τὰ μέλλοντα θαρρεῖν παρῆν, ἀπείχοντο τῆς ἀναιρέσεως αὐτοῦ.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.230 Joseph. AJ 2.235 (English) >>Joseph. AJ 2.240

Powered by PhiloLogic